Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 15.20 Dem. 15.24 (English) >>Dem. 15.27

15.23εἶτʼ οὐκ αἰσχρόν, ἄνδρες Ἀθηναῖοι, εἰ τὸ μὲν Ἀργείων πλῆθος οὐκ ἐφοβήθη τὴν Λακεδαιμονίων ἀρχὴν ἐν ἐκείνοις τοῖς καιροῖς οὐδὲ τὴν ῥώμην, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι βάρβαρον ἄνθρωπον, καὶ ταῦτα γυναῖκα, φοβήσεσθε; καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὅτι πολλάκις ἥττηνται ὑπὸ Λακεδαιμονίων, ὑμεῖς δὲ νενικήκατε μὲν πολλάκις βασιλέα, ἥττησθε δʼ οὐδʼ ἅπαξ οὔτε τῶν δούλων τῶν βασιλέως οὔτʼ αὐτοῦ ʼκείνου· εἰ γάρ τί που κεκράτηκε τῆς πόλεως βασιλεύς, τοὺς πονηροτάτους τῶν Ἑλλήνων καὶ προδότας αὐτῶν χρήμασι πείσας οὐδαμῶς ἄλλως κεκράτηκεν. 15.24καὶ οὐδὲ τοῦτʼ αὐτῷ συνενήνοχεν, ἀλλʼ ἅμʼ εὑρήσετʼ αὐτὸν τήν τε πόλιν διὰ Λακεδαιμονίων ἀσθενῆ ποιήσαντα καὶ περὶ τῆς αὑτοῦ βασιλείας κινδυνεύσαντα πρὸς Κλέαρχον καὶ Κῦρον. οὔτʼ οὖν ἐκ φανεροῦ κεκράτηκεν οὔτʼ ἐπιβουλεῦσαι συνενήνοχεν αὐτῷ. ὁρῶ δʼ ὑμῶν ἐνίους Φιλίππου μὲν ὡς ἄρʼ οὐδενὸς ἀξίου πολλάκις ὀλιγωροῦντας, βασιλέα δʼ ὡς ἰσχυρὸν ἐχθρὸν οἷς ἂν προέληται φοβουμένους. εἰ δὲ τὸν μὲν ὡς φαῦλον οὐκ ἀμυνούμεθα, τῷ δʼ ὡς φοβερῷ πάνθʼ ὑπείξομεν, πρὸς τίνας, ἄνδρες Ἀθηναῖοι, παραταξόμεθα;

15.25εἰσὶ δέ τινες, ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῖν δεινότατοι τὰ δίκαια λέγειν ὑπὲρ τῶν ἄλλων πρὸς ὑμᾶς, οἷς παραινέσαιμʼ ἂν ἔγωγε τοσοῦτον μόνον, ὑπὲρ ὑμῶν πρὸς τοὺς ἄλλους ζητεῖν τὰ δίκαια λέγειν, ἵνʼ αὐτοὶ τὰ προσήκοντα πρῶτοι φαίνωνται ποιοῦντες· ὡς ἔστʼ ἄτοπον περὶ τῶν δικαίων ὑμᾶς διδάσκειν αὐτὸν οὐ δίκαια ποιοῦντα· οὐ γάρ ἐστι δίκαιον ὄντα πολίτην τοὺς καθʼ ὑμῶν λόγους, ἀλλὰ μὴ τοὺς ὑπὲρ ὑμῶν ἐσκέφθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 15.20 Dem. 15.24 (English) >>Dem. 15.27

Powered by PhiloLogic